Ὁ Θεὸς ὁ Πατὴρ ὁ οικτίρμων,
ὁ ἀπεκάλυψας τὴν ἀγάπην Σου
ἐν τῷ Χριστῷ Ἰησοῦ, τῷ Ὑιῷ Σου
καὶ ἐκχεύσας αὐτὴν ἐπὶ ἡμῶν ἐν τῷ Πνεύματι ἁγίῳ τῷ παρακλήτῳ,
πράγματα τοῦ κόσμου καὶ παντὸς ἀνθρώπου παρατίθεμέν Σοι σήμερον.
Ἐπίβλεψον ἐφ᾿ ἡμᾶς τοὺς ἁμαρτωλούς,
ἴασαι τὴν ἀσθένειαν ἡμῶν,
νίκα πᾶν κακόν,
ποίησον ὥστε πάντας ἀνθρώπους
γεύσασθαί Σου τοῦ οἰκτιρμοῦ,
ἵνα ἐν Σοί, εἷς Θεὸς ὁ τριαδικός,
τὴν ἀρχὴν τῆς ἐλπίδος ἀεὶ ἔχωσιν.
Διὰ τὰ παθήματα
καὶ τὴν ἀνάστασιν τοῦ Ὑιοῦ Σου,
ὁ Πατὴρ ὁ αἰώνιος,
ἐλέησον ἡμᾶς καὶ ὅλον τὸν κόσμον.
Ἀμήν.